Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.307 Joseph. AJ 7.310 (English) >>Joseph. AJ 7.315

7.309οὗτός ποτε τῶν Ἰσραηλιτῶν καταπλαγέντων τὸ πλῆθος τῶν Παλαιστίνων καὶ φευγόντων μόνος ἔμεινε καὶ συμπεσὼν τοῖς πολεμίοις ἀπέκτεινεν αὐτῶν πολλούς, ὡς ὑπὸ τοῦ αἵματος προσκολληθῆναι τὴν ῥομφαίαν αὐτοῦ τῇ δεξιᾷ καὶ τοὺς Ἰσραηλίτας ἰδόντας τετραμμένους ὑπʼ αὐτοῦ τοὺς Παλαιστίνους καταβάντας διώκειν καὶ θαυμαστὴν καὶ διαβόητον τότε νίκην ἄρασθαι, τοῦ μὲν Ἐλεαζάρου κτείνοντος ἑπομένου δὲ τοῦ πλήθους καὶ σκυλεύοντος τοὺς ἀνῃρημένους. 7.310τρίτος δὲ ἦν Ἠλοῦ μὲν υἱὸς Σαβαίας δὲ ὄνομα. καὶ οὗτος ἐν τοῖς πρὸς Παλαιστίνους ἀγῶσιν εἰς τόπον Σιαγόνα λεγόμενον αὐτῶν παραταξαμένων, ὡς οἱ Ἑβραῖοι πάλιν τὴν δύναμιν φοβηθέντες οὐχ ὑπέμειναν, ὑπέστη μόνος ὡς στράτευμα καὶ τάξις, καὶ τοὺς μὲν αὐτῶν κατέβαλε τοὺς δʼ οὐ καρτερήσαντας αὐτοῦ τὴν ἰσχὺν καὶ τὴν βίαν ἀλλʼ εἰς φυγὴν ἀποστραφέντας ἐδίωκε. 7.311ταῦτα μὲν ἔργα χειρῶν καὶ μάχης οἱ τρεῖς ἐπεδείξαντο. καθʼ ὃν δὲ καιρὸν ἐν Ἱεροσολύμοις ὄντος τοῦ βασιλέως ἐπῆλθεν τῶν Παλαιστίνων δύναμις πολεμῆσαι, Δαυίδης μὲν ἐπὶ τὴν ἀκρόπολιν ἀνῆλθεν, ὡς προειρήκαμεν, πευσόμενος τοῦ θεοῦ περὶ τοῦ πολέμου, 7.312τῆς δὲ τῶν ἐχθρῶν παρεμβολῆς ἐν τῇ κοιλάδι κειμένης, μέχρι Βηθλεέμης πόλεως διατείνει σταδίους Ἱεροσολύμων ἀπεχούσης εἴκοσιν, Δαυίδης τοῖς ἑταίροιςκαλὸν ὕδωρ, εἶπεν, ἔχομεν ἐν τῇ πατρίδι μου· καὶ μάλιστα τὸ ἐν τῷ λάκκῳ τῷ πρὸς τῇ πύλῃ θαυμάζων, εἴ τις ἐξ αὐτοῦ πιεῖν αὐτῷ κομίσειε μᾶλλον ἐθελήσειν εἰ πολλὰ χρήματα διδοῖ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.307 Joseph. AJ 7.310 (English) >>Joseph. AJ 7.315

Powered by PhiloLogic